Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 23

[23] γίνεται οὖν τὸ μὲν ἕτερον τῶν Χερουβὶμ ἡ ἐξωτάτω, τοῦ παντὸς οὐρανοῦ ⟨ὁ⟩ ἔσχατος, ἁψὶς ἐν ᾗ τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν οἱ ἀπλανεῖς θείαν ὡς ἀληθῶς χορείαν χορεύουσι τάξιν οὐ λείποντες, ἣν ὁ γεννήσας πατὴρ αὐτοὺς ἔταξεν ἐν κόσμῳ· θάτερον δ’ ἡ ἐντὸς περιεχομένη σφαῖρα, ἣν ἑξαχῆ σχίσας ἑπτὰ κύκλους ἀναλογοῦντας ἑαυτοῖς εἰργάζετο τῶν πλανήτων ἕκαστον εἰς αὐτοὺς ἁρμοσάμενος·