[16] ἐπειδὴ τοίνυν τὸ μὲν λεγόμενον ἢ πραττόμενον φανερῶς γνώριμον πᾶσιν, ἡ δὲ διάνοια οὐ γνώριμος, ἀφ’ ἧς καὶ τὰ λεγόμενα λέγεται καὶ τὰ πραττόμενα πράττεται, ἀλλ’ ἄδηλον εἴτε ὑγιαίνει καὶ καθαρεύει εἴτε νοσεῖ μιάσμασι κεχρωσμένη [5] πολλοῖς, γενητὸς δὲ οὐδεὶς ἱκανὸς γνώμης ἀφανοῦς κατιδεῖν ἐνθύμημα, μόνος δὲ ὁ θεός, παρὸ καὶ λέγει Μωυσῆς ὅτι „τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ, τὰ δὲ φανερὰ γενέσει γνώριμα“