Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 116

[116] [cap.33] ὁ δὲ νοῦς ἐμόν ἐστιν διαίτημα; ὁ ψευδῶν εἰκαστικός, ὁ πλάνης, ⟨ὁ⟩ οἰητικός, ὁ παρανοῶν, ὁ μωραίνων, ὁ εὑρισκόμενος ἄνους ἐν ἐκστάσει καὶ μελαγχολίᾳ καὶ μακρῷ γήρᾳ; ἀλλ’ ὁ λόγος κτῆμα ἐμόν; ἢ τὰ φωνῆς ὄργανα; μικρὰ νόσου πρόφασις οὐ τὴν γλῶτταν ἐπήρωσεν, οὐ τὸ στόμα καὶ τῶν πάνυ λογίων ἀπέρραψεν; οὐχὶ δεινοῦ προσδοκία καταπλήξασα μυρίους ἀχανεῖς [36] ἐποίησε;