Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 104

[104] ἐκ δὲ τῆς ἐγκυκλίου τῶν προπαιδευμάτων μελέτης τὰ πρὸς κόσμον τῆς ψυχῆς ὡς ἑστίας ἤρτηται· καθάπερ γὰρ κονιάματα καὶ γραφαὶ καὶ πινάκια καὶ λίθων πολυτελῶν διαθέσεις, αἷς οὐ μόνον τοίχους ἀλλὰ [M.158] καὶ τὰ ἐδάφη ποικίλλουσι, καὶ ὅσα ἄλλα τοιαῦτα πρὸς μὲν ἰσχὺν οὐ συμβάλλεται, τέρψιν δὲ περιποιεῖ μόνον τοῖς ἐνοικοῦσιν,