Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 83

[83] ἀμείνονα γὰρ καὶ τελειοτέραν οὐκ ἄν τις εὕροι σκοπῶν νίκην ἢ καθ’ ἣν τὸ τετράπουν καὶ σκιρτητικὸν καὶ ὑπέραυχον ἥττηται παθῶν τε καὶ κακιῶν ἀλκιμώτατον στῖφος—καὶ γὰρ κακίαι τῷ γένει τέτταρες καὶ πάθη ταύταις ἰσάριθμα—, πρὸς δὲ καὶ ὁ ἐπιβάτης αὐτῶν μισάρετος καὶ [22] [23] φιλοπαθὴς νοῦς καταπεσὼν οἴχεται, ὃς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀδικίαις τε καὶ πανουργίαις, ἔτι δὲ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ τοῖς παραπλησίοις θρέμμασιν ἐγεγήθει.