[78] διὰ τοῦτ’ ἐν προτρεπτικοῖς Μωυσῆς φησιν· „ἐὰν ἐξέλθῃς εἰς πόλεμον ἐπ’ ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονα, οὐ φοβηθήσῃ, ὅτι κύριος ὁ θεὸς μετὰ σοῦ“ (Deut. 20,1)· θυμοῦ γὰρ καὶ ἐπιθυμίας καὶ συνόλως ἁπάντων παθῶν, πασῶν δὲ καὶ [21] τῶν ἄλλων ⟨κακιῶν⟩ ἐποχουμένων ὥσπερ ἵπποις ἑκάστοις λογισμῶν, κἂν ἀμάχῳ ῥώμῃ κεχρῆσθαι νομίζωσιν, ἀλογητέον τοὺς ἔχοντας τὴν τοῦ μεγάλου βασιλέως θεοῦ δύναμιν ὑπερασπίζουσαν καὶ προαγωνιζομένην αἰεὶ καὶ πανταχοῦ.