[75] ὁ δ’ ἐπιβεβηκὼς οὐδενὸς ἐνειλημμένος, ὑφ’ οὗ στηριχθήσεται, πίπτει, περιδρυπτόμενος δὲ γόνυ καὶ χεῖρας καὶ πρόσωπα μεγάλα κλαίει τὴν ἰδίαν κακοπραγίαν ὁ δείλαιος, πολλάκις δὲ καὶ τὰς βάσεις πρὸς τὸν δίφρον ἐξημμένος ἀνατραπεὶς ὕπτιος ἐπὶ νῶτα [M.312] ἀπῃώρηται καὶ ἐν ἁρματροχιαῖς αὐταῖς κεφαλήν τε καὶ αὐχένα καὶ ὤμους ἀμφοτέρους περιθραύεται κατασυρόμενος, εἶθ’ ὧδε κἀκεῖσε φορούμενος καὶ πᾶσι τοῖς ἐν ποσὶ προσαραττόμενος οἰκτρότατον ὑπομένει θάνατον.