Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 73

[73] ἵπποι μὲν οὖν [20] ἐπιθυμία καὶ θυμός εἰσιν, ὁ μὲν ἄρρην, ἡ δὲ θήλεια. διὰ τοῦθ’ ὁ μὲν γαυριῶν ἄφετος εἶναι βούλεται καὶ ἐλεύθερος καὶ ἔστιν ὑψαύχην ὡς ἂν ἄρρην, ἡ δ’ ἀνελεύθερος καὶ δουλοπρεπὴς καὶ πανουργίᾳ χαίρουσα οἰκόσιτος, οἰκοφθόρος· θήλεια γάρ. ἀναβάτης δὲ καὶ ἡνίοχος εἷς ὁ νοῦς· ἀλλ’ ἡνίκα μὲν μετὰ φρονήσεως ἄνεισιν, ἡνίοχος, ὁπότε δὲ μετ’ ἀφροσύνης, ἀναβάτης.