[7] μυρία τοίνυν καὶ αὐτόπρεμνα ῥίζαις αὐταῖς ἀνασπάσας κατέβαλε τὰς εἰς εὐκαρπίαν ⟨ἐκ⟩ φύσεις ἐστειρωμένα καὶ τοῖς φέρουσι μεγάλην ζημίαν ἐκ τοῦ παραπεφυτεῦσθαι πλησίον ἐνεγκόντα. τοιαύτη μέν τίς ἐστιν ἡ περὶ τὰ βλαστάνοντα ἐκ γῆς φυτὰ τέχνη, τὴν δὲ ψυχῆς γεωργικὴν ἐν μέρει πάλιν ἐπισκεψώμεθα.