Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 43

[43] καὶ Μωυσεῖ τῷ πανσόφῳ τὴν αὐτὴν τέχνην ἀνατίθησι· καὶ γὰρ οὗτος ποιμὴν ἀποδείκνυται διανοίας τῦφον πρὸ ἀληθείας ἀσπαζομένης καὶ πρὸ τοῦ εἶναι τὸ δοκεῖν [M.307] ἀποδεχομένης· περισσὸς γὰρ Ἰοθὸρ ἑρμηνεύεται, περιττὸν δὲ καὶ ἐπεισηγμένον ἀπλανεῖ βίῳ πρὸς ἀπάτην τῦφος, ᾧ καὶ τὰ κατὰ πόλεις ἕτερα [11] παρ’ ἑτέροις, οὐ τὰ αὐτὰ δίκαια παρὰ πᾶσιν, ἔθος εἰσηγεῖσθαι τὰ κοινὰ τῆς φύσεως καὶ ἀκίνητα νόμιμα οὐδ’ ὄναρ ἰδόντι· λέγεται γὰρ ὅτι „Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ ἱερέως Μαδιάμ" (Exod. 3,1).