[37] γαστριμαργίᾳ τοίνυν ἡ ὀπαδὸς ἐκ φύσεως ἀκολουθεῖ συνουσίας ἡδονὴ μανίαν ἔκτοπον καὶ οἶστρον ἀνεπίσχετον καὶ λύτταν ἀργαλεωτάτην ἐπιφέρουσα· ὅταν γὰρ ὑπὸ ὀψοφαγίας καὶ ἀκράτου καὶ πολλῆς [M.306] μέθης ἄνθρωποι πιεσθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δύνανται, πρὸς δὲ τὰς ἐρωτικὰς μίξεις ἐπειγόμενοι κωμάζουσι καὶ θυραυλοῦσι, μέχρις ἂν τὸν πολὺν τοῦ πάθους ἀποχετευσάμενοι βρασμὸν ἠρεμῆσαι δυνηθῶσιν.