Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 31

[31] αὕτη δὲ πᾶσα ἡ πληθὺς ἄλογος οὖσα κτήνεσιν ἀπεικάζεται, πληθύι δὲ νόμῳ φύσεως ἡγεμόνος ἐξ ἀνάγκης δεῖ. ἐπειδὰν μὲν οὖν ἄπειρος ἀρχῆς ἅμα καὶ [M.305] πλούσιος ἐξαναστὰς ἄρχοντα ἑαυτὸν ἀποφήνῃ, μυρίων αἴτιος κακῶν γίνεται τοῖς θρέμμασιν·