Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 29

[29] καὶ γὰρ εἰ τοῖς θρεμμάτων προεστηκόσιν ἀμφότερα ἐπιφημίζειν ἔθος κτηνοτρόφων καὶ ποιμένων ὀνόματα, ἀλλ’ οὔ γε τῷ τὴν ψυχῆς ἀγέλην ἐπιτετραμμένῳ [8] λογισμῷ· φαῦλος μὲν γὰρ ὢν ὁ ἀγελάρχης οὗτος καλεῖται κτηνοτρόφος, ἀγαθὸς δὲ καὶ σπουδαῖος ὀνομάζεται ποιμήν. ὃν δὲ τρόπον, ἐπιδείξομεν αὐτίκα·