Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 173

[173] τοῦτο μὲν οὖν τὸ εὐπραγίας ἦν πέρας, ἀρχαὶ δ’ ἐκεῖναι· ὥστε τοὺς ἐκλανθανομένους τοῦ τέλους μηδὲ τῆς τῶν κτηθέντων ⟨ἀρχῆς⟩ εὖ ἂν ἔτ’ ἀπόνασθαι. τούτοις μὲν οὖν ἑκούσια γίνεται διὰ φιλαυτίαν τὰ σφάλματα οὐχ ὑπομένουσι τὸν φιλόδωρον καὶ τελεσφόρον θεὸν αἴτιον ἀποφῆναι τῶν ἀγαθῶν.