Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 171

[171] πτωμάτων γὰρ ἀργαλεώτατον θεοῦ τιμῆς ἀποπεσεῖν ὀλισθόντα, στεφανώσαντα πρὸ ἐκείνου ἑαυτὸν καὶ φόνον ἐμφύλιον ἐργασάμενον· κτείνει [45] γὰρ τὴν ἑαυτοῦ ψυχὴν ὁ μὴ τὸ ὂν τιμῶν, ὡς ἀνόνητον αὐτῷ γενέσθαι παιδείας τὸ οἰκοδόμημα. παιδεία δὲ φύσιν ἔλαχε τὴν ἀγήρω, διόπερ καινὴν εἶπε τὴν οἰκίαν αὐτῆς· τὰ μὲν γὰρ ἄλλα χρόνῳ φθείρεται, ἡ δ’ ἐφ’ ὅσον πρόεισιν, ἐπὶ μήκιστον ἡβᾷ καὶ ἐπακμάζει τὸ ἀειθαλὲς εἶδος φαιδρυνομένη καὶ ταῖς συνεχέσιν ἐπιμελείαις καινουμένη.