[154] ἢ τούτων οὐχ ὁ πατήρ, οὐκ ἀδελφός, οὐ τῶν ἀφ’ αἵματος οὐδείς, οὐ γένους ἐστράτευται, ἀλλὰ πανοίκιος αὐτοῖς ἐμπεφώλευκεν [M.324] ἡ δειλία; ἀλλὰ πάντως εἰσὶ μυρίοι τῶν συγγενῶν ἀγωνιζόμενοι. τούτων οὖν τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον αἰρομένων οἱ χλιδῶντες καὶ ἁβροδιαίτως ζῶντες τίνας οὐκ ἂν ἀτιθάσους θῆρας δι’ ὑπερβολὴν ὠμότητος παραδράμοιεν;