Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 148

[148] ἡ δὲ πρόσταξις διὰ τῶν τῆς στρατιᾶς γραμματέων γίνεται, ὅταν ὁ πόλεμος ἐγγὺς καὶ ἐπὶ θύραις ὢν ἤδη τυγχάνῃ· ταυτὶ δὲ φήσουσι· „τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. καὶ τίς ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. καὶ τίς ἐμνηστεύσατο γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος [M.323] λήψεται αὐτήν“