Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 145

[145] τὸν γὰρ σῦν ἀκάθαρτον εἶναί φησιν, ὅτι διχηλεῖ μέν, οὐ μηρυκᾶται δέ (Lev. 11,7), ὡς τὸν κάμηλον διὰ τὴν ἐναντίαν πρόφασιν, ὅτι μηρυκώμενος οὐ διχηλεῖ. ὅσα μέν⟨τοι⟩ τῶν ζῴων ἀμφοτέρων μετέχει, καθαρὰ εἰκότως ἀναγράφεται, ὅτι τὴν περὶ ἑκάτερον τῶν λεχθέντων ἀτοπίαν ἐκπέφευγε. καὶ γὰρ διαίρεσις ἄνευ μνήμης καὶ μελέτης καὶ διεξόδου τῶν ἀρίστων * ἀγαθὸν ἀτελές, ἡ δ’ ἀμφοῖν