[136] διέξοδον ἔχει. [cap.31] καθ’ ἑκάστην γοῦν ἡμέραν ὁ πανταχοῦ τῶν σοφιστῶν ὅμιλος ἀποκναίει τὰ ὦτα τῶν παρατυγχανόντων ἀκριβολογούμενος καὶ τὰς διπλᾶς καὶ ἀμφιβόλους λέξεις ἀναπτύσσων καὶ τῶν πραγμάτων ὅσα δοκεῖ μεμνῆσθαι — πέπηγε δὲ καὶ πλειόνων — διακρίνων. ἢ οὐχ οἱ μὲν τὰ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς εἴς τε ἄφωνα καὶ φωνήεντα τέμνουσιν; ἔνιοι δὲ τὸν λόγον εἰς τὰ ἀνωτάτω τρία, ὄνομα; ῥῆμα, σύνδεσμον;