[134] ἀλλ’ οὐδὲ τὸ διχηλεῖν ἄνευ τοῦ μηρυκᾶσθαι καθ’ ἑαυτὸ φαίνεταί τινα ἔχειν ὄνησιν ἐξ αὑτοῦ. τί γὰρ ὄφελος τὰς φύσεις τῶν πραγμάτων τέμνειν [34] [35] ἄνωθεν ἀρξάμενον μέχρι τῶν λεπτοτάτων, εἰς τοὔσχατον ⟨δὲ⟩ αὐτὸ μηκέτι γίνεσθαι μηδὲ ἔχειν διαιρετὰ τὰ μέρη, ἅπερ ἄτομα καὶ ἀμερῆ πρὸς ἐνίων εὐθυβόλως ὀνομάζεται;