Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 123

[123] φθάνειν μὲν γὰρ τὰ καλὰ δρῶντα δεῖ, τὰ δὲ αἰσχρὰ μέλλειν [καὶ] ἔμπαλιν, κἀκείνοις μὲν προσέρχεσθαι, τούτων δὲ ὑστερίζειν καὶ μακρὸν ὅσον ἀπολείπεσθαι· ᾧ ⟨γὰρ⟩ τῶν ἁμαρτημάτων ἐγγίνεται ⟨καὶ⟩ παθῶν ὑστερίζειν, ἄνοσος διατελεῖ. [32] τὴν γοῦν „παρὰ τοῦ θεοῦ σωτηρίαν περιμένειν“ φησὶν αὐτόν, ἵνα ἐφ’ ὅσον ἀπελείφθη τοῦ ἀδικεῖν, ἐπὶ τοσοῦτον τῷ δικαιοπραγεῖν ἐπιδράμῃ.