Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 115

[115] τὰ μὲν γὰρ ἄλλα ἀγωνίσματα δρομέων ἢ πεντάθλων τίς οὐκ ἂν γελάσαι τῶν εὖ φρονούντων, ἐπιτετηδευκότων μήκιστα ἐξάλλεσθαι καὶ μετρουμένων τὰ διαστήματα καὶ περὶ ποδῶν ὠκύτητος ἁμιλλωμένων; οὓς οὐ μόνον τῶν ἁδροτέρων ζῴων δορκὰς ἢ ἔλαφος ἀλλὰ καὶ τῶν βραχυτάτων σκυλάκιον ἢ λαγωδάριον μὴ σφόδρα ἐπειγόμενον ῥύμῃ καὶ ἀπνευστὶ θέοντας παραδραμεῖται.