[113] τὰ μὲν οὖν τῶν ἀνιέρων τούτων ἀγώνων ἆθλα παραχώρησον ἄλλοις, τὰ δὲ τῶν ἱερῶν ὄντως αὐτὸς ἀνάδησαι· ἱεροὺς δὲ μὴ νομίσῃς ἀγῶνας, οὓς αἱ [29] [30] πόλεις ἐν ταῖς τριετηρίσιν ἄγουσι θέατρα ἀναδειμάμεναι πολλὰς ἀνθρώπων δεξόμενα μυριάδας· ἐν [M.318] γὰρ τούτοις ἢ ὁ καταπαλαίσας τινὰ καὶ ὕπτιον ἢ πρηνῆ τείνας ἐπὶ γῆν ἢ ὁ πυκτεύειν καὶ παγκρατιάζειν δυνάμενος καὶ μηδεμιᾶς μήτε ὕβρεως μήτε ἀδικίας ἀπεχόμενος φέρεται