Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 104

[104] αἱ δὲ φρονήσεως καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ὁδοί, καὶ εἰ μὴ ἄβατοι, ἀλλά τοι πάντως ἄτριπτοι· ὀλίγος γὰρ ἀριθμός ἐστι τῶν αὐτὰς βαδιζόντων, οἳ πεφιλοσοφήκασιν ἀνόθως καὶ πρὸς μόνον τὸ καλὸν ἑταιρίαν ἔθεντο, τῶν ἄλλων ἁπάντων ἅπαξ ἀλογήσαντες.