Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 101

[101] „γενέσθω Δὰν ὄφις“ οὐχ ἑτέρωθι μᾶλλον ἢ „ἐφ’ ὁδοῦ“· τὰ μὲν γὰρ τῆς ἀκρασίας καὶ λαιμαργίας καὶ ὅσα ἄλλα αἱ ἀμέτρητοι καὶ ἄπληστοι, πληρούμεναι πρὸς τῆς τῶν ἐκτὸς ἀφθονίας, ὠδίνουσι καὶ τίκτουσιν ἡδοναί, κατὰ λεωφόρου καὶ εὐθυτενοῦς βαίνειν οὐκ ἐπιτρέπει ψυχήν, φάραγξι δὲ καὶ βαράθροις ἐμπίπτειν ἄχρι τοῦ καὶ διαφθεῖραι παντελῶς αὐτὴν ἀναγκάζει· τὰ δὲ καρτερίας καὶ σωφροσύνης καὶ τῆς ἄλλης ἀρετῆς * ἐχόμενα μόνα, μηδενὸς ὄντος ἐν ποσὶν ὀλισθηροῦ, ᾧ [27] προσπταίσασα κλιθήσεται. προσφυέστατα οὖν ἔχεσθαι τῆς ὀρθῆς ὁδοῦ σωφροσύνην εἶπε, διότι καὶ τὴν ἐναντίαν ἕξιν ἀκολασίαν ἀνοδίᾳ χρῆσθαι