Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 85

[85] [cap.1.17] Ἐκεῖνο δ’ οὐκ ἀνάξιον διαπορῆσαι, τίνα τρόπον ἔσται παλιγγενεσία, πάντων εἰς πῦρ ἀναλυθέντων· ἐξαναλωθείσης γὰρ τῆς οὐσίας ὑπὸ πυρός, ἀνάγκη καὶ τὸ πῦρ οὐκέτ’ ἔχον τροφὴν ἀποσβεσθῆναι. μένοντος μὲν οὖν, ὁ σπερματικὸς τῆς διακοσμήσεως ἐσῴζετ’ ⟨ἂν⟩ λόγος, ἀναιρεθέντος δὲ συνανῄρηται. τὸ δ’ ἐστὶν ἔκθεσμον καὶ ἀσέβημα ἤδη διπλοῦν, μὴ μόνον φθορὰν τοῦ κόσμου κατηγορεῖν ἀλλὰ καὶ παλιγγενεσίαν ἀναιρεῖν, ὥσπερ ἐν ἀκοσμίᾳ καὶ ἀπραξίᾳ καὶ τοῖς πλημμελέσι πᾶσι χαίροντος θεοῦ.