Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 79

[79] Καὶ μήν φασιν, ὅτι γενικοὶ τρόποι φθορᾶς εἰσι τρεῖς· ὅ τε κατὰ διαίρεσιν καὶ ὁ κατὰ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος καὶ ὁ κατὰ σύγχυσιν. τὰ μὲν οὖν ἐκ διεστηκότων, αἰπόλια, βουκόλια, χοροί, στρατεύματα, ἢ πάλιν ἐκ συναπτομένων σώματα παγέντα διαστάσει καὶ διαιρέσει λύεται· κατὰ δὲ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος ὁ μετασχηματιζόμενος κηρὸς ἢ καταλεαινόμενος, ἵνα μηδὲ ἑτεροειδῆ τινα παράσχῃ τύπον μορφῆς· [51] [52] κατὰ δὲ σύγχυσιν, ὡς ἡ παρὰ ἰατροῖς τετραφάρμακος· αἱ γὰρ δυνάμεις τῶν συνενεχθέντων ἠφανίσθησαν εἰς ἐξαιρέτου μιᾶς γένεσιν ἀποτελεσθείσης.