Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 70

[70] [cap.2.9] Ἐπαγωνιζόμενος δ’ ὁ Κριτόλαος ἐχρῆτο καὶ τοιούτῳ λόγῳ· τὸ αἴτιον αὑτῷ τοῦ ὑγιαίνειν ἄνοσόν ἐστιν· ἀλλὰ καὶ τὸ αἴτιον αὑτῷ τοῦ ἀγρυπνεῖν ἄγρυπνόν ἐστιν· εἰ δὲ τοῦτο, καὶ τὸ αἴτιον αὑτῷ τοῦ ὑπάρχειν [45] [46] ἀίδιόν ἐστιν· αἴτιος δ’ ὁ κόσμος αὑτῷ τοῦ ὑπάρχειν, εἴ γε καὶ τοῖς ἄλλοις ἅπασιν· ἀίδιος ἄρα ὁ κόσμος ἐστίν.