[7] [cap.1.3] [M.489] Τριτταὶ δὲ περὶ τοῦ ζητουμένου γεγόνασι δόξαι, τῶν μὲν ἀίδιον τὸν κόσμον φαμένων, ἀγένητόν τε καὶ ἀνώλεθρον, τῶν δὲ ἐξ ἐναντίας γενητόν τε καὶ φθαρτόν· εἰσὶ δ’ οἳ παρ’ ἑκατέρων ἐκλαβόντες, τὸ μὲν γενητὸν παρὰ τῶν ὑστέρων παρὰ δὲ τῶν προτέρων τὸ ἄφθαρτον, μικτὴν δόξαν ἀπέλιπον, γενητὸν καὶ ἄφθαρτον οἰηθέντες αὐτὸν εἶναι.