[59] τὸ δὲ γεννηθῆναί τινας οἴεσθαι τελείους ἐξ ⟨ἀρχῆς⟩ ἠγνοηκότων ἐστὶ νόμους φύσεως, θεσμοὺς ἀκινήτους. αἱ μὲν γὰρ ἡμέτεραι γνῶμαι προσαναματτόμεναι τὸ πλημμελὲς ἐκ τοῦ συνεζευγμένου θνητοῦ τροπὰς καὶ μεταβολὰς εἰκότως ἐνδέχονται, ἄτρεπτα δὲ τὰ τῆς τῶν ὅλων ἐστὶ φύσεως, ἅτε πάντων ἐπικρατούσης καὶ διὰ βεβαιότητα τῶν ἅπαξ γνωσθέντων τοὺς ἐξ ἀρχῆς παγέντας ὅρους ἀκινήτους διαφυλαττούσης.