Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 5

[5] λέγεται μέντοι καὶ φθορὰ ἥ τε πρὸς τὸ χεῖρον μεταβολὴ [λέγεται δὲ] καὶ ἡ ἐκ τοῦ ὄντος ἀναίρεσις παντελής, ἣν καὶ ἀνύπαρκτον ἀναγκαῖον λέγειν· ὥσπερ γὰρ ἐκ τοῦ μὴ ὄντος οὐδὲν γίνεται, οὐδ’ εἰς τὸ μὴ ὂν φθείρεται· / „ἔκ τε γὰρ οὐδάμ’ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι [τι] / καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον.“ καὶ ὁ τραγικός· / „θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, / διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο / μορφὴν ἑτέραν ἀπέδειξεν." οὐδέν γε οὕτως ἐστὶν εὔηθες ὡς τὸ ἀπορεῖν,