Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 30

[30] ὃν τὸ γεωδέστατον τῶν ἐν ἡμῖν ἐπέσχηκε κεφαλή. δεσμῶν δὲ φαυλότατος ὃν ἔσφιγξε βία, βαιὸς καὶ ὀλιγοχρόνιος· ῥήγνυται γὰρ θᾶττον ὑπὸ τῶν δεθέντων, ἅτε ἀπαυχενιζόντων διὰ πόθον [ὑπὸ] τῆς κατὰ φύσιν κινήσεως, πρὸς ἣν σπεύδοντα μετανίσταται· κατὰ γὰρ τὸν τραγικὸν / „χωρεῖ δ’ ὀπίσω / τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν [21] [22] / τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς / εἰς οὐράνιον πόλον ἦλθε πάλιν· / θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, / διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο / μορφὴν ἰδίαν ἀπέδειξεν.“ τοῖς μὲν δὴ φθειρομένοις ἅπασι νόμος ἀναγέγραπται καὶ θεσμὸς οὗτος,