Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 28

[28] Ἑτέρως δέ ἐστι τοιόνδε· [M.498] πάνθ’ ὅσα τῶν συνθέτων φθείρεται, διάλυσιν εἰς τὰ ἐξ ὧν συνετέθη λαμβάνει· διάλυσις δ’ οὐδὲν ἦν ἄρα ἢ πρὸς τὸ κατὰ φύσιν ἑκάστων ἐπάνοδος, ὥστε κατὰ τοὐναντίον ἡ σύνθεσις εἰς τὸ παρὰ φύσιν τὰ συνελθόντα βεβίασται. καὶ δὴ τάδ’ οὕτως ἔοικεν ἀψευδέστατα ἔχειν.