[23] σημεῖον δέ· βοῦς καὶ ἵππος καὶ ἄνθρωπος καὶ τὰ παραπλήσια ζῷα, διότι πέφυκεν ἀναιρεῖσθαι ὑπὸ σιδήρου, καὶ νόσῳ τελευτήσει· χαλεπὸν γὰρ μᾶλλον δὲ ἀδύνατον εὑρεῖν, ὅ τι τὴν ἔξωθεν αἰτίαν πεφυκὸς ὑπομένειν τῆς φθορᾶς ἄδεκτον ἔσται [M.497] κατὰ τὸ παντελὲς τῆς ἔνδοθεν.