Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 20

[20] [cap.1.8] Τοὺς δὲ ἀγένητον καὶ ἄφθαρτον κατασκευάζοντας λόγους ἕνεκα τῆς πρὸς τὸν ὁρατὸν ⟨θεὸν⟩ αἰδοῦς προτέρους τακτέον οἰκείαν ἀρχὴν λαβόντας. ἅπασι τοῖς φθορὰν ἐνδεχομένοις αἰτίαι διτταὶ τῆς ἀπωλείας, ἡ μὲν ἐντός, ἡ δὲ ἐκτός, προϋπόκεινται· σίδηρον γοῦν καὶ χαλκὸν καὶ τὰς τοιουτοτρόπους οὐσίας εὕροις ἂν ἀφανιζομένας ἐξ ἑαυτῶν μέν, ὅταν ἑρπηνώδους νοσήματος τρόπον ἰὸς ἐπιδραμὼν διαφάγῃ, πρὸς δὲ τῶν ἐκτός, ὅταν ἐμπιπραμένης οἰκίας ἢ πόλεως συναναφλεχθεῖσαι τῇ πυρὸς βιαίῳ ῥιπῇ διαλυθῶσιν· ὁμοιοτρόπως δὲ καὶ ζῴοις ἐπιγίνεται τελευτὴ νοσήσασι μὲν ἐξ ἑαυτῶν, ὑπὸ δὲ τῶν ἐκτὸς σφαττομένοις ἢ καταλευομένοις ἢ ἐμπιπραμένοις ἢ θάνατον οὐ καθαρὸν τὸν δι’ ἀγχόνης ὑπομένουσιν.