[134] ἐοίκασί γε τὸν τρόπον τῆς γενέσεως αὐτῶν ἀγνοεῖν, ἐπεὶ κἂν ἴσως αἰδεσθέντες ἡσύχασαν. φθόνος δ’ οὐδεὶς ἀναδιδάσκειν· ἔστι δ’ οὔτε νέον τὸ λεγόμενον [82] [83] οὔτε ῥήμαθ’ ἡμῶν, ἀλλὰ παλαιὰ σοφῶν ἀνδρῶν, οἷς οὐδὲν ἀδιερεύνητον τῶν εἰς ἐπιστήμην ἀναγκαίων ἀπολέλειπται.