[132] [cap.1.25] Ἀναγκαῖον δὲ πρὸς τὴν τοσαύτην εὑρεσιλογίαν ἀπαντῆσαι, μή τις τῶν ἀπειροτέρων ἐνδοὺς ὑπαχθῇ· καὶ ἀρκτέον γε τῆς ἀντιρρήσεως ἀφ’ οὗ καὶ τῆς ἀπάτης [M.513] οἱ σοφισταί. τὰς ἀνωμαλίας οὐκέτ’ ἐχρῆν εἶναι τῆς γῆς, εἴπερ ἀίδιος ἦν ὁ κόσμος; διὰ τί, ὦ γενναῖοι; φήσουσι γὰρ ἕτεροι παρελθόντες, ὅτι δένδρων οὐδὲν αἱ φύσεις τῶν ὀρῶν διαφέρουσιν, ἀλλὰ καθάπερ ἐκεῖνα καιροῖς μέν τισι φυλλορροεῖ καιροῖς δὲ πάλιν ἀνηβᾷ — διὸ καὶ τὸ ποιητικὸν εὖ εἴρηται / „φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη / τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίγνεται ὥρη“ —, τὸν αὐτὸν τρόπον καὶ τῶν ὀρῶν τὰ μὲν ἀποθραύεται μέρη, τὰ δὲ προσφύεται.