[125] ὃ δ’ ὑπερεθέμεθα, νῦν ἐπισκεπτέον. ποῖον μέρος τῆς γῆς, ἵνα ἀπὸ ταύτης ἀρξώμεθα, μεῖζον ἢ ἔλαττον, οὐ χρόνῳ διαλύεται; λίθων οἱ κραταιότατοι ἆρ’ οὐ μυδῶσι καὶ σήπονται ⟨καὶ⟩ κατὰ τὴν ἕξεως ἀσθένειαν — ἡ δ’ ἐστὶ πνευματικὸς τόνος, δεσμὸς οὐκ ἄρρηκτος ἀλλὰ μόνον δυσδιάλυτος — θρυπτόμενοι καὶ ῥέοντες εἰς λεπτὴν τὸ πρῶτον ἀναλύονται κόνιν, εἶθ’ ὕστερον δαπανηθέντες ἐξαναλοῦνται; τί δ’, εἰ μὴ πρὸς ἀνέμων ῥιπίζοιτο [77] [78] τὸ ὕδωρ, ἀκίνητον ἐαθὲν οὐχ ὑφ’ ἡσυχίας νεκροῦται; μεταβάλλει γοῦν καὶ δυσωδέστατον γίνεται, οἷα ψυχὴν ἀφῃρημένον ζῷον.