[100] ἔτι τοίνυν ὅσα λαμβάνει τὴν γένεσιν ἐκ σπέρματος, μείζονα τὸν ὄγκον ἐστὶ τοῦ πεποιηκότος καὶ ἐν τόπῳ μείζονι θεωρεῖται· δένδρα γοῦν οὐρανομήκη πολλάκις ἀναβλαστάνει ἐκ βραχυτάτης κέγχρου καὶ ζῷα πιότατα καὶ περιμηκέστατα ἐξ ὀλίγου τοῦ προεθέντος ὑγροῦ. ἀλλὰ καὶ τὸ μικρῷ πρότερον εἰρημένον [M.507] συμβαίνει, κατὰ μὲν τὸν γειτνιῶντα τῇ γενέσει χρόνον βραχύτερα τὰ γεννηθέντα εἶναι, μεγεθύνεσθαι δ’ αὖθις ἄχρι παντελοῦς τελειώσεως.