Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 93

[93] ἦν δ’ αὐτῷ γυνὴ τήν τε ψυχὴν ἀρίστη καὶ τὸ σῶμα τῶν καθ’ αὑτὴν περικαλλεστάτη· ταύτην ἰδόντες τῶν Αἰγυπτίων οἱ ἐν τέλει καὶ τῆς εὐμορφίας ἀγάμενοι — λανθάνει γὰρ τοὺς ἐν ἐξοχαῖς οὐδέν — μηνύουσι τῷ βασιλεῖ.