Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 86

[86] καίτοι τίς ἕτερος οὐκ ἂν ἠχθέσθη μὴ μόνον τῆς οἰκείας ἀπανιστάμενος, ἀλλὰ καὶ ἐξ [21] ἁπάσης πόλεως ἐλαυνόμενος εἰς δυσβάτους καὶ δυσπορεύτους ἀνοδίας; τίς δ’ οὐκ ἂν μετατραπόμενος ἐπαλινδρόμησεν οἴκαδε, βραχέα μὲν φροντίσας τῶν μελλουσῶν ἐλπίδων, τὴν δὲ παροῦσαν ἀπορίαν σπεύδων ἐκφυγεῖν, εὐήθειαν ὑπολαβὼν ἀδήλων χάριν ἀγαθῶν ὁμολογούμενα αἱρεῖσθαι κακά;