Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 53

[53] ἀλλὰ γὰρ οὐκ ἀγνοητέον, ὅτι μετεποιεῖτο τῶν τριῶν ἕκαστος δυνάμεων, ὠνομάσθη δὲ ἀπὸ τῆς πλεοναζούσης κατ’ ἐπικράτειαν· οὔτε γὰρ διδασκαλίαν ἄνευ φύσεως ἢ ἀσκήσεως τελειωθῆναι δυνατὸν οὔτε φύσις ἐπὶ πέρας ἐστὶν ἐλθεῖν ἱκανὴ δίχα τοῦ μαθεῖν καὶ ἀσκῆσαι οὔτε ἄσκησις, εἰ μὴ προθεμελιωθείη φύσει τε καὶ διδασκαλίᾳ.