Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 51

[51] τὸ γὰρ ἴδιον ὄνομα τοῖς ἐκείνων ἐναρμοσάμενος ἥνωσε, τὴν ἐκ τῶν τριῶν σύνθετον κλῆσιν ἐπιφημίσας ἑαυτῷ· "τοῦτο γάρ μου“ φησίν „ὄνομά ἐστιν αἰώνιον, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ“ (cf. Exod. 3,15)—ἀντὶ τοῦ [M.9] καθάπαξ τὸ πρός τι· καὶ μήποτ’ εἰκότως· ὀνόματος γὰρ ὁ θεὸς οὐ δεῖται, μὴ δεόμενος δ’ ὅμως ἐχαρίζετο τῷ γένει τῶν ἀνθρώπων κλῆσιν οἰκείαν, ἵν’ ἔχοντες καταφυγὴν πρὸς ἱκεσίας καὶ λιτὰς μὴ ἀμοιρῶσιν ἐλπίδος χρηστῆς.