[48] [cap.10] Ἡ μὲν οὖν προτέρα τριὰς τῶν ἀρετὴν ἐπιποθησάντων δεδήλωται. μείζων δέ ἐστιν ἡ ἑτέρα, περὶ ἧς νυνὶ λεκτέον. ἐκείνη μὲν γὰρ τοῖς ἐν ἡλικίᾳ παιδικῇ μαθήμασιν ἔοικεν, αὕτη δὲ τοῖς ἀνδρῶν ἀθλητικῶν γυμνάσμασιν ἐπὶ τοὺς ἱεροὺς ὄντως ἀλειφομένων ἀγῶνας, οἳ σωμασκίας καταφρονοῦντες τὴν ἐν τῇ ψυχῇ κατασκευάζουσιν εὐεξίαν ἐφιέμενοι τῆς κατὰ τῶν ἀντιπάλων παθῶν νίκης.