Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 29

[29] μάρτυρες δὲ τοῦ λεχθέντος αἱ ἐν ἡμῖν δυνάμεις· αἱ μὲν γὰρ ἓξ τὸν ἄπαυστον καὶ συνεχῆ πόλεμον ἐν γῇ καὶ θαλάττῃ συγκροτοῦσιν, αἵ τε πέντε αἰσθήσεις καὶ ὁ προφορικὸς λόγος, αἱ μὲν πόθῳ τῶν αἰσθητῶν, ὧν ἐὰν μὴ τυγχάνωσιν, ἀνιῶνται, ὁ δ’ ἀχαλίνῳ στόματι μυρία τῶν ἡσυχαστέων ἐκλαλῶν·