[253] ὁ δὲ θαυμάσας τῆς γυναικὸς ἔτι μᾶλλον τὴν ἀεὶ καινουμένην φιλανδρίαν καὶ νεάζουσαν καὶ τὸ περὶ τοῦ μέλλοντος ἐξεταστικὸν καὶ προμηθὲς ἄγεται τὴν ὑπ’ αὐτῆς δοκιμασθεῖσαν ἄχρι τοῦ παιδοποιήσασθαι, [M.37] ὡς δ’ οἱ σαφέστατα διηγούμενοί φασιν, ἄχρι τοῦ μόνον ἐγκύμονα γενέσθαι· γενομένης δ’ οὐκ εἰς μακράν, ἀποσχέσθαι διά τε φυσικὴν ἐγκράτειαν καὶ τὴν τιμήν, ἣν ἀπένεμε τῇ γαμετῇ.