Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 246

[246] ἀεὶ γὰρ καὶ πανταχοῦ παρῆν οὐδένα τόπον ἢ καιρὸν ἀπολείπουσα, κοινωνὸς ὄντως βίου καὶ τῶν κατὰ τὸν βίον πραγμάτων, ἐξ ἴσου δικαιοῦσα μετέχειν ἀγαθῶν ὁμοῦ καὶ κακῶν· οὐ γὰρ ὥσπερ ἔνιαι τὰς μὲν κακοπραγίας ἀπεδίδρασκε, ταῖς δ’ εὐτυχίαις ἐφήδρευεν, ἀλλὰ τὸν ἐν ἀμφοτέραις κλῆρον ὡς ἐπιβάλλοντα καὶ ἁρμόττοντα γαμετῇ μετὰ προθυμίας πάσης ἀνεδέχετο.