Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 243

[243] ἔστι δ’ οὐ πλάσμα μύθου τὸ λεχθέν, ἀλλὰ πρᾶγμα τῶν ἀψευδεστάτων ἐν ἡμῖν αὐτοῖς θεωρούμενον· πολλάκις μὲν γὰρ ὁμόνοιαν τὴν πρὸς τὰ [65] πάθη διατηροῦσιν αἱ αἰσθήσεις χορηγοῦσαι τὰ αἰσθητὰ αὐτοῖς, πολλάκις δὲ καὶ στασιάζουσι μηκέτ’ ἀξιοῦσαι τὰ ἴσα τελεῖν ἢ μὴ δυνάμεναι διὰ τὸ παρεῖναι τὸν σωφρονιστὴν λόγον· ὃς ἐπειδὰν ἀναλάβῃ τὴν αὑτοῦ παντευχίαν, τὰς ἀρετὰς καὶ τὰ τούτων δόγματα καὶ θεωρήματα, δύναμιν ἀνανταγώνιστον, ἐρρωμενέστατα κρατεῖ· φθαρτὰ γὰρ ἀφθάρτῳ συνοικεῖν οὐ θέμις.