Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 236

[236] [cap.41] Ταῦτα μὲν οὖν αἱ ῥηταὶ γραφαὶ περιέχουσιν. ἀσώματα δὲ ὅσοι καὶ γυμνὰ θεωρεῖν τὰ πράγματα δύνανται, οἱ ψυχῇ μᾶλλον ἢ σώματι ζῶντες, φήσουσι τῶν ἐννέα βασιλέων τοὺς μὲν τέτταρας εἶναι τὰς ἐν ἡμῖν τῶν τεττάρων παθῶν δυνάμεις, ἡδονῆς, ἐπιθυμίας, φόβου, λύπης, τοὺς δὲ πέντε τὰς ἰσαρίθμους αἰσθήσεις, ὅρασιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν, ἁφήν.