[232] καινοτάτην δ’ ἐξεῦρε συμμαχίαν — πόρος γὰρ ἐν ἀπόροις, ὅταν δικαίων καὶ φιλανθρώπων ἔργων ἐφιῆταί τις, εὑρίσκεται —· συναγαγὼν γὰρ τοὺς οἰκέτας καὶ τοῖς ἀργυρωνήτοις προστάξας οἴκοι καταμένειν — ἔδεισε γὰρ ἐξ αὐτῶν αὐτομολίαν — τοὺς οἰκότριβας καταλέγει καὶ διανείμας εἰς ἑκατονταρχίας τρισὶν ἐπῄει τάξεσιν, οὐ ταύταις πεποιθώς — πολλοστὴ γὰρ ἦν μοῖρα τῶν παρὰ τοῖς βασιλεῦσιν —, ἀλλὰ τῷ ὑπερμάχῳ καὶ προαγωνιστῇ τοῦ [M.34] δικαίου θεῷ.